Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.118 Joseph. AJ 14.123 (English) >>Joseph. AJ 14.126

14.121 πολύ τε καὶ παρʼ αὐτῷ συνέβαινε δύνασθαι καὶ πλείστου τότε ἄξιος ἦν καὶ παρὰ Ἰουδαίων οἷς παρὼν ἄγεται γυναῖκα τῶν ἐπισήμων ἐξ Ἀραβίας Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο παῖδες, Φασάηλος καὶ Ἡρώδης, ὃς ὕστερον βασιλεὺς γίνεται, Ἰώσηπός τε καὶ Φερώρας, θυγάτηρ τε Σαλώμη. 14.122οὗτος Ἀντίπατρος ἐπεποίητο καὶ πρὸς τοὺς ἄλλους δυνάστας φιλίαν τε καὶ ξενίαν, μάλιστα δὲ πρὸς τὸν Ἀράβων, καὶ τὰ τέκνα πολεμῶν πρὸς Ἀριστόβουλον παρέθετο. Κάσσιος μὲν οὖν ἀναστρατευσάμενος ἐπὶ τὸν Εὐφράτην ἠπείγετο ὑπαντιάσων τοῖς ἐκεῖθεν ἐπιοῦσιν, ὡς καὶ ὑπʼ ἄλλων δεδήλωται. 14.123

Χρόνῳ δʼ ὕστερον Καῖσαρ κατασχὼν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὴν σύγκλητον φυγεῖν πέραν τοῦ Ἰονίου παραλύσας τῶν δεσμῶν Ἀριστόβουλον εἰς Συρίαν πέμπειν διεγνώκει δύο παραδοὺς αὐτῷ τάγματα, ὡς ἂν εὐτρεπίζοι τὰ κατʼ αὐτὴν δυνατὸς ὤν. 14.124Ἀριστόβουλος δʼ οὐκ ὤνατο τῶν ἐλπίδων, ἐφʼ αἷς ἔτυχε τῆς παρὰ Καίσαρος ἐξουσίας, ἀλλʼ αὐτὸν φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ διαφθείρουσιν, θάπτουσι δʼ αὐτὸν οἱ τὰ Καίσαρος θεραπεύοντες πράγματα, καὶ νεκρὸς ἔκειτο ἐν μέλιτι κεκηδευμένος ἐπὶ χρόνον πολὺν ἕως Ἀντώνιος αὐτὸν ὕστερον ἀποπέμψας εἰς τὴν Ἰουδαίαν ἐν ταῖς βασιλικαῖς θήκαις ἐποίησεν τεθῆναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.118 Joseph. AJ 14.123 (English) >>Joseph. AJ 14.126

Powered by PhiloLogic